Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.77 Joseph. AJ 6.81 (English) >>Joseph. AJ 6.86

6.80τοῦτο λαμπρὸν ἐπράχθη τῷ Σαούλῳ τὸ ἔργον καὶ πρὸς πάντας αὐτὸν διήγγειλε τοὺς Ἑβραίους ἐπαινούμενον καὶ θαυμαστῆς ἀπολαύοντα δόξης ἐπʼ ἀνδρείᾳ· καὶ γὰρ εἴ τινες ἦσαν οἳ πρότερον αὐτοῦ κατεφρόνουν, τότε μετέστησαν ἐπὶ τὸ τιμᾶν καὶ πάντων ἄριστον νομίζειν· οὐ γὰρ ἤρκεσεν αὐτῷ τοὺς Ἰαβισηνοὺς σεσωκέναι μόνον, ἀλλὰ καὶ τῇ τῶν Ἀμμανιτῶν ἐπιστρατεύσας χώρᾳ πᾶσαν αὐτὴν καταστρέφεται καὶ πολλὴν λαβὼν λείαν λαμπρὸς εἰς τὴν οἰκείαν ὑπέστρεψεν. 6.81 δὲ λαὸς ὑφʼ ἡδονῆς τῶν Σαούλῳ κατωρθωμένων ἔχαιρε μὲν ὅτι τοιοῦτον ἐχειροτόνησε βασιλέα, πρὸς δὲ τοὺς οὐδὲν ὄφελος αὐτὸν ἔσεσθαι τοῖς πράγμασι λέγοντας ἐβόων· “ποῦ νῦν εἰσὶν οὗτοικαὶδότωσαν δίκηνκαὶ πάνθʼ ὅσα φιλεῖ λέγειν ὄχλος ἐπʼ εὐπραγίαις ἠρμένος πρὸς τοὺς ἐξευτελίζοντας ἔναγχος τοὺς τούτων αἰτίους. 6.82Σαοῦλος δὲ τούτων μὲν ἠσπάζετο τὴν εὔνοιαν καὶ τὴν περὶ αὐτὸν προθυμίαν, ὤμοσε δὲ μήτινα περιόψεσθαι τῶν ὁμοφύλων ἀναιρούμενον ἐπʼ ἐκείνης τῆς ἡμέρας· ἄτοπον γὰρ εἶναι τὴν ὑπὸ τοῦ θεοῦ δεδομένην νίκην αἵματι φῦραι καὶ φόνῳ τῶν πρὸς ἀλλήλους συγγενῶν ἑορτάζειν. 6.83

Σαμουήλου δὲ φήσαντος καὶ δευτέρᾳ δεῖν χειροτονίᾳ Σαούλῳ τὴν βασιλείαν ἐπικυρῶσαι συνίασι πάντες εἰς Γάλγαλα πόλιν· ἐκεῖ γὰρ αὐτοὺς ἐκέλευσεν ἐλθεῖν. καὶ πάλιν ὁρῶντος τοῦ πλήθους προφήτης χρίει τὸν Σαοῦλον τῷ ἁγίῳ ἐλαίῳ καὶ δεύτερον ἀναγορεύει βασιλέα. καὶ οὕτως τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.77 Joseph. AJ 6.81 (English) >>Joseph. AJ 6.86

Powered by PhiloLogic